Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.210 Dem. 21.213 (English) >>Dem. 21.217

21.212ἀλλʼ εἴπερ εἰσὶ φίλοι καὶ δεινὸν εἰ μὴ πλουτήσει Μειδίας ἡγοῦνται, εἰσὶ μὲν εἰς τὰ μάλιστʼ αὐτοὶ πλούσιοι, καὶ καλῶς ποιοῦσι, χρήματα δʼ αὐτῷ παρʼ ἑαυτῶν δόντων, ἵνʼ ὑμεῖς μὲν ἐφʼ οἷς εἰσήλθετʼ ὀμωμοκότες δικαίως ψηφίσησθε, οὗτοι δὲ παρʼ αὑτῶν τὰς χάριτας, μὴ μετὰ τῆς ὑμετέρας αἰσχύνης, ποιῶνται. εἰ δʼ οὗτοι χρήματʼ ἔχοντες μὴ πρόοιντʼ ἄν, πῶς ὑμῖν καλὸν τὸν ὅρκον προέσθαι;

21.213πλούσιοι πολλοὶ συνεστηκότες, ἄνδρες Ἀθηναῖοι, τὸ δοκεῖν τινὲς εἶναι διʼ εὐπορίαν προσειληφότες, ὑμῶν παρίασι δεησόμενοι. τούτων μηδενί μʼ, ἄνδρες Ἀθηναῖοι, προῆσθε, ἀλλʼ ὥσπερ ἕκαστος τούτων ὑπὲρ τῶν ἰδίᾳ συμφερόντων καὶ ὑπὲρ τούτου σπουδάσεται, οὕτως ὑμεῖς ὑπὲρ ὑμῶν αὐτῶν καὶ τῶν νόμων καὶ ἐμοῦ τοῦ ἐφʼ ὑμᾶς καταπεφευγότος σπουδάσατε, καὶ τηρήσατε τὴν γνώμην ταύτην ἐφʼ ἧς νῦν ἐστέ. 21.214καὶ γὰρ εἰ μέν, ἄνδρες Ἀθηναῖοι, τόθʼ ὅτʼ ἦν προβολή, τὰ πεπραγμένʼ δῆμος ἀκούσας ἀπεχειροτόνησε Μειδίου, οὐκ ἂν ὁμοίως ἦν δεινόν· καὶ γὰρ μὴ γεγενῆσθαι, καὶ μὴ περὶ τὴν ἑορτὴν ἀδικήματα ταῦτʼ εἶναι, καὶ πόλλʼ ἂν εἶχέ τις αὑτὸν παραμυθήσασθαι. 21.215νῦν δὲ τοῦτο καὶ πάντων ἄν μοι δεινότατον συμβαίη, εἰ παρʼ αὐτὰ τἀδικήμαθʼ οὕτως ὀργίλως καὶ πικρῶς καὶ χαλεπῶς ἅπαντες ἔχοντες ἐφαίνεσθε, ὥστε Νεοπτολέμου καὶ Μνησαρχίδου καὶ Φιλιππίδου καί τινος τῶν σφόδρα τούτων πλουσίων δεομένων καὶ ἐμοῦ καὶ ὑμῶν, ἐβοᾶτε μὴ ἀφεῖναι, καὶ προσελθόντος μοι Βλεπαίου τοῦ τραπεζίτου, τηλικοῦτʼ ἀνεκράγετε, ὡς, τοῦτʼ ἐκεῖνο, χρήματά μου ληψομένου,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.210 Dem. 21.213 (English) >>Dem. 21.217

Powered by PhiloLogic